Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
  2. καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς
  3. ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
  4. ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
  5. ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
  6. οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
  7. ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
  8. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
  9. Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  10. δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
  11. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  12. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
  13. τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου
  14. πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
  15. ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
  16. πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
  17. ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
  18. αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν
  19. Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
  20. κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ