Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
  2. ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις
  3. ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
  4. τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
  5. τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
  6. εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,
  7. τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
  8. δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
  9. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.
  10. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
  11. δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς
  12. ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
  13. βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
  14. τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
  15. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
  16. Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
  17. Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε
  18. Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
  19. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  20. κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·