Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
  2. γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  3. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
  4. βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
  5. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,
  6. ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
  7. τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
  8. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
  9. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,
  10. ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ
  11. Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
  12. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
  13. ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
  14. ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
  15. ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
  16. πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
  17. ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
  18. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
  19. ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
  20. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν