Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
  2. εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
  3. ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
  4. καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
  5. Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
  6. εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
  7. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
  8. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
  9. ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
  10. ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
  11. ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ
  12. παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·
  13. ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
  14. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
  15. παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
  16. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
  17. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
  18. θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
  19. βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
  20. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος