Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
  2. δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
  3. ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
  4. ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
  5. πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
  6. πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
  7. ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
  8. Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
  9. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
  10. Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
  11. Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  12. ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
  13. νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
  14. ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
  15. Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
  16. ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
  17. ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
  18. ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
  19. μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
  20. νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο