Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
  2. ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
  3. εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
  4. αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
  5. εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  6. ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
  7. Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
  8. ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
  9. νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
  10. ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
  11. τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
  12. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
  13. τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
  14. οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
  15. ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
  16. χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
  17. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
  18. οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
  19. ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
  20. ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.