Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
  • οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ
  • νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
  • τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
  • ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
  • εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
  • νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
  • κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
  • Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
  • θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
  • ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
  • πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
  • ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
  • οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
  • μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
  • οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
  • ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο
  • Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ
  • πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
  • ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων