Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
  2. ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
  3. ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
  4. Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
  5. Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
  6. τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
  7. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  8. Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
  9. ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
  10. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
  11. πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
  12. οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
  13. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
  14. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
  15. ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
  16. Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
  17. Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
  18. ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
  19. τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
  20. Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα