Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
  2. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  3. ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
  4. ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
  5. τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
  6. Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
  7. δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
  8. ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,
  9. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  10. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
  11. σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
  12. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
  13. σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
  14. ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·
  15. τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
  16. τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
  17. ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
  18. Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  19. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  20. Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,