Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
  2. ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
  3. ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  4. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  5. αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
  6. φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
  7. πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
  8. πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
  9. υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
  10. ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,
  11. ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
  12. χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
  13. αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
  14. πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
  15. εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
  16. ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
  17. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  18. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  19. αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
  20. παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε