Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
  2. πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
  3. ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
  4. ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
  5. ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
  6. Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
  7. οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
  8. ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
  9. τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
  10. πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,
  11. ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
  12. ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
  13. ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
  14. Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
  15. ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
  16. εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
  17. νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
  18. κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
  19. ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
  20. στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·