Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης
  2. ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,
  3. ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
  4. δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·
  5. δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
  6. ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
  7. βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
  8. υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
  9. θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
  10. Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
  11. ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
  12. λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
  13. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
  14. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  15. Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
  16. ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·
  17. τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
  18. ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
  19. φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε
  20. Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον