Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
  2. τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
  3. οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  4. προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
  5. ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.
  6. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
  7. ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
  8. αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
  9. ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
  10. ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
  11. κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
  12. στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
  13. Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
  14. ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
  15. μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ
  16. νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
  17. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ
  18. Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
  19. ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ
  20. Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς