Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
  2. μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
  3. πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
  4. Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
  5. ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
  6. νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
  7. καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
  8. ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
  9. τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  10. κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
  11. Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
  12. ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
  13. ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
  14. ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν
  15. Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
  16. νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
  17. ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
  18. κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
  19. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
  20. καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,