Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
  2. θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
  3. εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
  4. ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
  5. μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
  6. αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
  7. ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
  8. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
  9. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
  10. τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
  11. νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
  12. δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
  13. ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
  14. ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,
  15. στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ
  16. εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
  17. οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
  18. ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
  19. αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
  20. εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες