Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
  • μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  • οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  • ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  • βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  • οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
  • βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
  • τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
  • ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
  • μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
  • αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
  • αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
  • νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
  • οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
  • πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  • εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
  • καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  • ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
  • Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
  • δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,