Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
  2. πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
  3. σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
  4. νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
  5. οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
  6. αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
  7. ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
  8. φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
  9. ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
  10. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  11. μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
  12. ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
  13. δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
  14. ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
  15. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
  16. ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  17. νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
  18. πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
  19. Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
  20. πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς