Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
  2. ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
  3. στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
  4. τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
  5. ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
  6. ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,
  7. ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
  8. πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
  9. ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
  10. πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
  11. πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
  12. σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
  13. τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
  14. υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
  15. ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
  16. Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
  17. αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
  18. ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
  19. τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
  20. παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη