Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
  2. πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
  3. Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
  4. Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
  5. ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
  6. τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
  7. πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
  8. τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
  9. Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
  10. τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
  11. βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
  12. ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
  13. τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
  14. ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
  15. Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
  16. πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
  17. ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
  18. οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
  19. δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
  20. καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου