Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
  2. λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
  3. ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
  4. θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
  5. ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
  6. φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
  7. αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
  8. νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
  9. μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
  10. ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
  11. ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
  12. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
  13. ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
  14. ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
  15. χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
  16. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
  17. φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
  18. ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
  19. τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
  20. οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,