Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
  2. ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
  3. αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
  4. ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
  5. λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
  6. ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
  7. ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
  8. δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
  9. ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  10. αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
  11. αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
  12. μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
  13. θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
  14. ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
  15. αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
  16. βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
  17. θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
  18. πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
  19. Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
  20. ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.