Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
  2. ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
  3. τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
  4. ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
  5. Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
  6. ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
  7. ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
  8. φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
  9. ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
  10. ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
  11. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
  12. Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
  13. νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
  14. ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
  15. Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
  16. Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
  17. Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
  18. ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
  19. πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
  20. νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.