Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  2. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  3. βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
  4. Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
  5. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  6. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  7. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
  8. νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
  9. ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
  10. ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
  11. ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
  12. ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
  13. ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
  14. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
  15. βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
  16. τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
  17. τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
  18. καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
  19. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
  20. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.