Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
  2. φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  3. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
  4. τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
  5. ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
  6. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
  7. νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
  8. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
  9. αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
  10. γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
  11. ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
  12. ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
  13. κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
  14. πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
  15. ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
  16. ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
  17. ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
  18. μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
  19. γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
  20. τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων