Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
  2. παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
  3. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
  4. Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
  5. ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
  6. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  7. τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
  8. οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  9. οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
  10. χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
  11. καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
  12. ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
  13. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  14. θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
  15. ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
  16. Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
  17. ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
  18. ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
  19. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
  20. αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον