Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
  2. τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
  3. ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
  4. οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
  5. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  6. Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
  7. ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
  8. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
  9. ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
  10. νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
  11. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
  12. ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
  13. αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
  14. Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
  15. Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
  16. ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
  17. ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
  18. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
  19. δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
  20. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·