Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
  2. πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
  3. εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
  4. ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
  5. τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
  6. ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
  7. χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
  8. μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
  9. οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
  10. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
  11. ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
  12. ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
  13. ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
  14. αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
  15. αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
  16. λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
  17. μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
  18. τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
  19. ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
  20. ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ