Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
  2. οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
  3. ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
  4. ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
  5. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
  6. πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
  7. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  8. ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
  9. ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
  10. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
  11. Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
  12. Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
  13. Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
  14. Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·
  15. Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
  16. οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
  17. δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
  18. ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  19. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
  20. οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν