Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
  2. ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
  3. δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
  4. γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
  5. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
  6. Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  7. ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
  8. Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
  9. υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
  10. Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
  11. τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
  12. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
  13. ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
  14. καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  15. ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  16. αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
  17. αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
  18. ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
  19. πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
  20. εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος