Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
  2. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
  3. Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην
  4. Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
  5. ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς
  6. νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
  7. κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
  8. ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
  9. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  10. ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
  11. ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
  12. κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες
  13. ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
  14. Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
  15. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,
  16. χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
  17. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  18. τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
  19. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
  20. οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·