Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
  2. οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
  3. ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
  4. ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
  5. οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
  6. οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
  7. ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
  8. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  9. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  10. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
  11. Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
  12. πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
  13. εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
  14. πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
  15. ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
  16. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  17. ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
  18. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
  19. ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
  20. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·