Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  2. οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
  3. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  4. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  5. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  6. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
  7. ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
  8. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
  9. μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
  10. οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  12. Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
  13. νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
  14. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
  15. θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
  16. οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
  17. ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
  18. οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
  19. ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
  20. οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,