Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  2. οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
  3. δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
  4. γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
  5. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  6. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  7. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  8. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
  9. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
  10. αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
  11. τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
  12. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
  13. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
  14. ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
  15. ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
  16. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
  17. πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
  18. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  19. τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
  20. ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι