Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
  2. ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
  3. σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
  4. ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
  5. εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
  6. φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  7. ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
  8. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  9. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
  10. τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
  11. ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  12. καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
  14. στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
  15. τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
  16. αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
  17. Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
  18. ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
  19. μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  20. ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·