Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
  2. ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
  3. πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
  4. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
  5. ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
  6. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
  7. μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
  8. δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
  9. ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
  10. ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
  11. ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
  12. θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
  13. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  14. βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  15. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
  16. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
  17. δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
  18. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  19. Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
  20. γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν