Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
  2. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
  3. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  4. ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
  5. ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
  6. νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
  7. νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
  8. ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
  9. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  10. ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
  11. πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
  12. οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
  13. πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
  14. Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
  15. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
  16. οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  17. Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
  18. πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
  19. ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
  20. πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.