Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  2. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
  3. Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  4. ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
  5. ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
  6. πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
  7. εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
  8. ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  9. Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
  10. δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
  11. Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
  12. ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
  13. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
  14. νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
  15. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
  16. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  17. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
  18. ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  19. θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
  20. οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.