Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  2. οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
  3. ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
  4. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
  5. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  6. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
  7. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
  8. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
  9. βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
  10. ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
  11. Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
  12. Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
  13. οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
  14. ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
  15. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
  16. ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
  17. θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
  18. κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
  19. κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
  20. ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,