Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
- Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
- ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
- Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
- εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
- οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
- τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
- ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
- ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
- ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
- ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
- ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
- καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
- οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
- παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
- ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·