Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
  2. αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
  3. ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
  4. ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
  5. ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
  6. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
  7. αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
  8. Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
  9. μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
  10. οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
  11. ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
  12. ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
  13. καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  14. μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
  15. μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  17. οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
  18. μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
  19. ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
  20. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.