Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
  2. βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
  3. ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
  4. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
  5. ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  6. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
  7. θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
  8. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
  9. θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
  10. πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
  11. ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
  12. πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
  13. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
  14. τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
  15. ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
  16. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  17. χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
  18. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
  19. αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
  20. σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.