Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
  2. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  3. Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
  4. γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
  5. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
  6. γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
  7. τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
  8. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  9. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  10. ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
  11. ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
  12. ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
  13. χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
  14. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
  15. θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
  16. ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
  17. Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
  18. Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
  19. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  20. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·