Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  2. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
  3. Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
  4. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  5. Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
  6. τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
  7. δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
  8. τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  9. καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
  10. ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
  11. ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
  12. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
  13. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  14. οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
  15. εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
  16. γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
  17. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
  18. Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  19. ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
  20. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.