Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
  2. ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
  3. κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
  4. τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
  5. ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
  6. ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
  7. οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
  8. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
  9. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
  10. ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
  11. πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
  12. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  13. ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
  14. ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
  15. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  16. καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
  17. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  18. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
  19. τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
  20. ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·