Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
  2. χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
  3. ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  4. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  5. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  6. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  7. βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
  8. πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
  9. γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
  10. ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
  11. τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
  12. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
  13. μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
  14. ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
  15. λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
  16. ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
  17. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
  18. νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
  19. Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
  20. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο