Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  2. Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
  3. Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
  4. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  5. τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
  6. νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
  7. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  8. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
  9. κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
  10. Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
  11. Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
  12. σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
  13. ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
  14. νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
  15. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
  16. ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
  17. Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
  18. ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
  19. ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
  20. ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,