Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
  2. ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
  3. ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
  4. ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
  5. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
  6. ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
  7. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  8. οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
  9. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  10. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  11. Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
  12. ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  13. κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
  14. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
  15. ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
  16. ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
  17. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
  18. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
  19. ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
  20. χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·