Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
  2. ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
  3. ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
  4. ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
  5. κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
  6. στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
  7. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
  8. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  9. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  10. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  11. παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
  12. καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
  13. ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
  14. ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
  15. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
  17. Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  18. κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
  19. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
  20. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην