Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
  2. αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
  3. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
  4. καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
  5. ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
  6. ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
  7. καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
  8. οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
  9. κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
  10. φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
  11. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
  12. ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  13. νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
  14. ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
  15. σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
  16. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  17. ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
  18. ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
  19. ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
  20. ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ