Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
  2. λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
  3. νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
  4. σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
  5. δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
  6. νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
  7. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
  8. τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
  9. αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
  10. ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
  11. νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.